Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 10.7 | Dem. 10.10 (English) | >>Dem. 10.13 |
10.8ὁρᾶτε Σέρριον καὶ Δορίσκον · ταῦτα γὰρ πρῶτον ὠλιγωρήθη μετὰ τὴν εἰρήνην , ἃ πολλοῖς ὑμῶν οὐδὲ γνώριμʼ ἐστὶν ἴσως . ταῦτα μέντοι τότʼ ἐαθέντα καὶ παροφθέντʼ ἀπώλεσε Θρᾴκην καὶ Κερσοβλέπτην , σύμμαχον ὄνθʼ ὑμῶν . πάλιν ταῦτʼ ἀμελούμενʼ ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα παρʼ ὑμῶν κατέσκαπτε Πορθμόν , καὶ τυραννίδʼ ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπετείχισεν ὑμῖν ἐν τῇ Εὐβοίᾳ .
10.9 ταύτης ὀλιγωρουμένης , Μέγαρʼ ἑάλω παρὰ μικρόν . οὐδὲν ἐφροντίσατʼ οὐδʼ ἐπεστράφητʼ οὐδὲν τούτων , οὐδʼ ἐνεδείξασθε τοῦθʼ ὅτι οὐκ ἐπιτρέψετε τοῦτο ποιεῖν αὐτῷ · Ἀντρῶνας ἐπρίατο καὶ μετʼ οὐ πολὺν χρόνον τὰ ἐν Ὠρεῷ πράγματʼ εἰλήφει .
10.10πολλὰ δὲ καὶ παραλείπω , Φεράς , τὴν ἐπʼ Ἀμβρακίαν ὁδόν , τὰς ἐν Ἤλιδι σφαγάς , ἄλλα μυρία · οὐ γὰρ ἵνʼ ἐξαριθμήσωμαι τοὺς βεβιασμένους καὶ τοὺς ἠδικημένους ὑπὸ Φιλίππου , ταῦτα διεξῆλθον , ἀλλʼ ἵνα τοῦθʼ ὑμῖν δείξω , ὅτι οὐ στήσεται πάντας ἀνθρώπους ἀδικῶν , τὰ δʼ ὑφʼ αὑτῷ ποιούμενος Φίλιππος , εἰ μή τις αὐτὸν κωλύσει .
εἰσὶν δέ τινες οἳ πρὶν ἀκοῦσαι τοὺς ὑπὲρ τῶν πραγμάτων λόγους εὐθέως εἰώθασιν ἐρωτᾶν “τί οὖν χρὴ ποιεῖν ;” οὐχ ἵνʼ ἀκούσαντες ποιήσωσι (χρησιμώτατοι γὰρ ἂν ἦσαν ἁπάντων ), ἀλλʼ ἵνα τοῦ λέγοντος ἀπαλλαγῶσιν . δεῖ δʼ ὅμως εἰπεῖν ὅ τι χρὴ ποιεῖν . πρῶτον μέν , ὦ ἄνδρες Ἀθηναῖοι , τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι , ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν , καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει , προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς , οἵπερ αὐτὸν ἐξολέσειαν , οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδʼ ἐπιβουλεύει , καὶ σκοπεῖ μᾶλλον οὐδὲν τῶν πάντων ἢ πῶς ταύτην καταλύσει .
10.11
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 10.7 | Dem. 10.10 (English) | >>Dem. 10.13 |